1Ὅσοις τῶν ἀνθρώπων ἐκ τῆς αὑτῶν2 ὁρμωμένοις χώρας ὑπερόριοί τε ἀγῶνες καὶ
κίνδυνοι συμβαίνουσιν, ἄν τι σφάλμα γένηται κατὰ γῆν ἢ κατὰ θάλασσαν,
ὑπολείπεται τοῖς περιγιγνομένοις αὐτῶν οἰκεῖα τε χώρα καὶ πόλις καὶ πατρίς,
ὥστε οὐκ ἂν ἄρδην πάντες ἀναιρεθείησαν· 2 τοῖς δὲ ὑπὲρ
τῶν μεγίστων μέλλουσι κινδυνεύειν, ἱερῶν καὶ πατρίδος καὶ γονέων καὶ τέκνων καὶ
τῶν ἄλλων, οὐκ ἴσος οὐδὲ ὅμοιος ἀγών ἐστιν, ἀλλὰ σωθεῖσι μὲν καὶ καλῶς
ἀμυναμένοις τοὺς πολεμίους φοβεροὺς τοῖς ἐναντίοις καὶ δυσεπιθέτους εἰς τὸν
λοιπὸν χρόνον εἶναι, κακῶς δὲ προσενεχθεῖσι πρὸς τοὺς κινδύνους οὐδεμία ἐλπὶς
σωτηρίας ὑπάρξει. 3 τοὺς οὖν ὑπὲρ τοσούτων καὶ
τοιούτων μέλλοντας ἀγωνίζεσθαι οὐδεμιᾶς παρασκευῆς καὶ προθυμίας ἐλλιπεῖς εἶναι
δεῖ, ἀλλὰ πολλῶν καὶ παντοίων ἔργων πρόνοιαν ἑκτέον, ὅπως διά γε αὑτοὺς3 μηδὲν φανῶσι σφαλέντες· 4 ἂν
δὲ ἄρα τι σύμπτωμα γένηται, ἀλλ’ οἵ γε λοιποὶ τὰ ὑπάρχοντα εἰς ταὐτό ποτε
καταστήσαιεν p28 ἄν,4 καθάπερ τινὲς τῶν Ἑλλήνων εἰς τὸ ἔσχατον
ἀφικόμενοι πάλιν ἀνέλαβον ἑαυτούς.
1 Τὴν οὖν τῶν σωμάτων σύνταξιν σκεψαμένους πρὸς τὸ μέγεθος
τῆς πόλεως καὶ τὴν διάθεσιν τοῦ ἄστεος καὶ τῶν φυλάκων τὰς καταστάσεις καὶ
περιοδίας, καὶ ὅσα ἄλλα σώμασι κατὰ τὴν πόλιν χρηστέον, πρὸς ταῦτα τοὺς
μερισμοὺς ποιητέον. 2 τοὺς μὲν γὰρ ἐκπορευομένους δεῖ
συντετάχθαι πρὸς τοὺς ἐν τῇ πορείᾳ τόπους, ὡς χρὴ πορεύεσθαι παρά τε τὰ
ἐπικίνδυνα χωρία καὶ ἐρυμνὰ καὶ στενόπορα καὶ πεδινὰ καὶ ὑπερδέξια καὶ
ἐνεδρευτικά, καὶ τὰς τῶν ποταμῶν5 διαβάσεις καὶ τὰς ἐκ τῶν τοιούτων παρατάξεις· 3 τὰ δὲ τειχήρη καὶ πολιτοφυλακήσοντα6 πρὸς μὲν τὰ τοιαῦτα οὐδὲν δεῖ συντετάχθαι, πρὸς
δὲ τοὺς ἐν τῇ πόλει τόπους καὶ τὸν παρόντα κίνδυνον. 4 πρῶτον
μὲν οὖν αὐτῶν7 ἀπονεῖμαι δεῖ τοὺς φρονιμωτάτους τε καὶ
ἐμπείρους μάλιστα πολέμου, οἳ περὶ τοὺς ἄρχοντας p30 ἔσονται· 5 ἔπειτα λοιπὸν ἀπολέγειν σώματα τὰ8 δυνησόμενα μάλιστα πονεῖν, καὶ μερίσαντα9 λοχίσαι, ἵνα εἰς τε τὰς ἐξόδους καὶ τὰς κατὰ
πόλιν περιοδίας καὶ τὰς τῶν πονουμένων βοηθείας ἢ εἴς τινα ἄλλην ὁμότροπον
ταύταις λειτουργίαν ὑπάρχωσιν οὗτοι προτεταγμένοι τε καὶ δυνατοὶ ὄντες
ὑπηρετεῖν. 6 εἶναι δὲ αὐτοὺς εὔνους τε καὶ τοῖς
καθεστηκόσι πράγμασιν ἀρεσκομένους· μέγα γὰρ πρὸς τὰς τῶν ἄλλων ἐπιβουλὰς
τοιοῦτο10 ἀθρόον ὑπάρχον ἀντ’ ἀκροπόλεως· φόβος γὰρ
ἂν εἴη τοῖς ἐναντία θέλουσιν ἐν τῇ πόλει. 7 ἡγεμὼν δὲ καὶ11 ἐπιμελητὴς αὐτῶν ἔστω τά τε ἄλλα φρόνιμος καὶ
εὔρωστος, καὶ ᾧ ἂν πλεῖστοι κίνδυνοι εἶεν μεταβολῆς γενομένης. 8 τῶν δὲ λοιπῶν τοὺς ῥωμαλεωτάτους ἡλικίᾳ καὶ νεότητι
ἐκλέξαντα ἐπὶ τὰς φύλακας καθιστάναι καὶ τὰ τείχη, τὸ δὲ περιὸν πλῆθος
μερίσαντα πρὸς τὸ μῆκος τῶν νυκτῶν καὶ τῶν φυλάκων τὸ πλῆθος κατανεῖμαι, 9 τῶν δὲ ὄχλων τοὺς μὲν εἰς τὴν ἀγοράν, τοὺς δὲ εἰς τὸ θέατρον,
τοὺς δὲ ἄλλους εἰς τὰς οὔσας12 ἐν τῇ πόλει εὐρυχωρίας, ἵνα μηδὲν ἔρημον
ᾖ εἰς δύναμιν τῆς πόλεως.
1 Ἄριστον13 δὲ τὰς ἀχρείους οὔσας εὐρυχωρίας ἐν τῇ πόλει,
ἵνα μὴ σωμάτων εἰς αὐτὰς δέῃ, τυφλοῦν ταφρεύοντα καὶ ὡς μάλιστα ἀβάτους p32 ποιοῦντα
τοῖς νεωτερίζειν βουλομένοις καὶ προκαταλαμβάνειν αὐτάς. 2 Λακεδαιμόνιοι
δὴ14 Θηβαίων ἐμβαλόντων ἐκ τε τῶν ἐγγυτάτω οἰκιῶν
διαλύοντες καὶ ἐκ τῶν αἱμασιῶν καὶ τειχίων15 ἄλλοι κατ’ ἄλλους τόπους φορμοὺς γῆς καὶ
λίθων πληροῦντες, φασὶν δὲ καὶ τοῖς ἐκ τῶν ἱερῶν χαλκοῖς τρίποσιν, ὄντων πολλῶν
καὶ μεγάλων, χρησάμενοι καὶ τούτοις προαποπληρώσαντες τάς τε εἰσβολὰς καὶ τὰς
διόδους καὶ τὰ εὐρύχωρα τοῦ πολίσματος ἐκώλυσαν τοὺς εἰσβάλλειν ἐπιχειροῦντας
εἰς αὐτὸ τὸ πόλισμα.
3 Πλαταιεῖς δὲ ἐπεὶ ᾔσθοντο νυκτὸς ἐν τῇ πόλει Θηβαίους
ὄντας, κατανοήσαντες οὐ πολλοὺς αὐτοὺς ὄντας οὐδὲ ἔργων τῶν προσηκόντων
ἁπτομένους, οἰομένους γε μέντοι κατέχειν τῇ πόλιν, ἐνόμισαν ἐπιθέμενοι ῥᾳδίως
κρατήσειν. τεχνάζουσιν οὖν εὐθέως τοιόνδε. 4 τῶν ἀρχόντων
οἱ μὲν ὁμολογίας ἐποιοῦντο τοῖς Θηβαίοις ἐν τῇ ἀγορᾷ, οἱ δὲ παρήγγελλον κρύφα
τοῖς ἄλλοις πολίταις σποράδην μὲν ἐκ τῶν οἰκιῶν μὴ ἐξιέναι, καθ’ ἕνα δὲ
καὶ δύο τοὺς κοινοὺς τοίχους διορύττοντας λαθραίως παρ’ ἀλλήλους
ἀθροίζεσθαι. 5 ἑτοιμασθέντος δὲ πλήθους ἀξιομάχου τὰς16 μὲν διόδους καὶ τὰς ῥύμας ἐτύφλωσαν ἁμάξαις
ἄνευ ὑποζυγίων, ἀπὸ17 δὲ p34 σημείου ἀθροισθέντες
ἐφέροντο ἐπὶ τοὺς Θηβαίους. 6 ἅμα δὲ τούτοις τὰ γύναια καὶ
οἱ οἰκέται ἦσαν ἐπὶ τοῖς κεράμοις, ὥστε βουλομένων τῶν Θηβαίων πράσσειν καὶ
ἀμύνεσθαι ἐν σκότει, οὐκ ἐλάττω ὑπὸ τῶν ἁμαξῶν βλάβην ἢ ὑπὸ τῶν
προσκειμένων αὐτοῖς ἀνθρώπων γενέσθαι. οἱ μὲν γὰρ ἔφευγον18 ἄπειροι ὄντες ᾗ χρὴ σωθῆναι διὰ τὰς
φράξεις τῶν ἁμαξῶν, οἱ δὲ ἐμπείρως διώκοντες ταχὺ πολλοὺς ἔφθειραν.
7 Ἐξοιστέον δὲ καὶ τὰ ὑπεναντία τούτοις, ὡς μιᾶς μὲν οὔσης
εὐρυχωρίας κίνδυνον εἶναι τοῖς ἐν τῇ πόλει, ἂν προκαταλαμβάνωσιν οἱ
ἐπιβουλεύοντες· κοινοῦ γὰρ καὶ ἑνὸς ὄντος τόπου τοιούτου τῶν φθασάντων ἂν εἴη
τὸ ἔργον. δύο δὲ ἢ τριῶν ὄντων τοιῶνδε τόπων, τάδε ἂν εἴη τὰ ἀγαθά· 8 εἰ μὲν ἕνα ἢ δύο καταλαμβάνοιεν τόπους, τὸν λοιπὸν ἂν
τοῖς ἐναντίοις ὑπάρχειν· εἰ δὲ πάντας, χωρισθέντες ἂν καὶ μερισθέντες
ἀσθενεστέρως διακέοιντο πρὸς τοὺς ὑπεναντίους ἀθρόους ὄντας, εἰ μὴ ἑκάστῳ μέρει
ὑπερέχοιεν τῶν ἐν τῇ πόλει. ὡς δὲ αὕτως καὶ κατὰ τῶν ἄλλων πάντων θελημάτων χρὴ
τὰ ἐνόντα ὑπεναντία τοῖς προγεγραμμένοις ὑπονοεῖν, ἵνα μὴ ἀπερισκέπτως τι
ἕτερον αἱρῇ.19
1 Ἐκ προσφάτου δὲ ἐγγιγνομένου φόβου ἀσυντάκτῳ πόλει, τάχιστα
ἄν τις εἰς σύνταξιν καὶ φυλακὴν τῆς πόλεως τοὺς πολίτας καταστῆσαι,20 p36 εἰ ἑκάστῃ φυλῇ μέρος τι τοῦ
τείχους κλήρῳ ἀποδείξειεν, ἐφ’ ᾧ ἐλθοῦσι εὐθὺς αἱ φυλαὶ φυλάξουσιν.
κατὰ πολυπλήθειαν21 δὲ φυλῆς ἑκάστης τὸ μέγεθος τοῦ τείχους
φυλαττόντων. 2 ἔπειτα οὕτως ἀφ’22 ἑκάστης φυλῆς τοὺς δυναμένους τοῖς σώμασι
πονέσαι ἀπολέγειν εἴς τε τὴν ἀγορὰν καὶ τὰς περιοδίας, καὶ εἴ τι ἄλλο δεῖ
χρῆσθαι τοῖς τοιούτοις ἀνθρώποις.23 3 ὁμοτρόπως δὲ καὶ
φρουρίου ὑπὸ συμμάχων φρουρουμένου μέρος τι τοῦ τείχους τῶν συμμάχων ἑκάστοις
ἀποδιδόσθω φυλάττειν. ἐὰν δὲ πολῖται ἐν ὑποψίᾳ πρὸς ἀλλήλους24 ὦσιν, κατὰ ἀνάβασιν ἑκάστην τοῦ τείχους δεῖ
ἐπιστῆσαι ἄνδρας πιστούς, οἳ κωλυταὶ ἔσονται, ἄν τις ἐπιχειρῇ ἄλλος ἀναβαίνειν.
4 ἐν εἰρήνῃ δὲ καὶ ὧδε χρὴ συντετάχθαι τοὺς πολίτας.
πρῶτον μὲν ῥύμης ἑκάστης ἀποδεῖξαι ῥυμάρχην ἄνδρα τὸν ἐπιεικέστατόν τε καὶ
φρονιμώτατον, πρὸς ὅν, ἐάν τι ἀπροσδοκήτως νυκτὸς γένηται, συναθροισθήσονται. 5 χρὴ δὲ τὰς ἐγγυτάτας25 ῥύμας τῆς ἀγορὰς εἰς τὴν ἀγορὰν ἄγειν τοὺς
ῥυμάρχας, τοῦ δὲ θεάτρου τὰς ἐγγυτάτω ῥύμας εἰς τὸ θέατρον, εἴς τε τὰς ἄλλας
ἕκαστον ἐγγύτατα εὐρυχωρίας ἀθροίζεσθαι τοὺς ῥυμάρχας μετὰ τῶν ἐξενεγκαμένων
παρ’ αὐτοὺς τὰ ὅπλα· 6 οὕτω γὰρ ἂν τάχιστα ἔς τε τοὺς
προσήκοντας ἕκαστοι τόπους ἀφίκοιντο καὶ ἐγγυτάτω τῶν σφετέρων οἴκων εἶεν,
διαπέμποιέν τε ἂν οἰκονομοῦντες πρὸς τοὺς κατ’ οἶκον, τέκνα καὶ γυναῖκας,
οὐ πρόσω αὐτῶν διατελοῦντες. τῶν τε ἀρχόντων δεῖ προκεκληρῶσθαι εἰς ὃν ἕκαστοι p38 τόπον
ἐλθόντες τῶν συλλεγέντων ἐπὶ τὰ χείλη ἀποστελοῦσι· καὶ τῶν λοιπῶν ἕνεκα
ἐπιμελείας ἡγεμόνες ἔσονται, ἄνπερ εὐθὺς ἡγεμονεύσωσιν ὧδε.
1 Εὐθύτατα δεῖ26 αὐτοῖς πεποιῆσθαι σύσσημα, ἀφ’ ὧν μὴ
ἀγνοήσουσι τοὺς προσιόντας αὐτοῖς· ἤδη γὰρ τοιόνδε συνέβη. Χαλκίς ἡ ἐν
Εὐρίπῳ κατελήφθη ὑπὸ φυγάδος ὁρμωμένου ἐξ Ἐρετρίας,27 τῶν ἐν τῇ πόλει τινὸς τεχνασαμένου τοιόνδε. 2 κατὰ τὸ ἐρημότατον τῆς πόλεως καὶ πύλας οὐκ ἀνοιγομένας
ἔχων28 ἔφερεν πυργάστρην, ἣν29 φυλάσσων τὰς ἡμέρας καὶ τὰς νύκτας ἔλαθεν
νυκτὸς τὸν μοχλὸν διαπρήσας καὶ δεξάμενος ταύτῃ30 στρατιώτας. 3 ἀθροισθέντων
δὲ ἐν τῇ ἀγορᾷ ὡς δισχιλίων ἀνδρῶν ἐσημάνθη τὸ πολεμικὸν σπουδῇ. πολλοὶ δὲ τῶν
Χαλκιδέων δι’ ἄγνοιαν ἀπόλλυνται· οἱ γὰρ ἐκφοβηθέντες ἐτίθεντο φέροντες τὰ
ὅπλα πρὸς τοὺς πολεμίους ὡς πρὸς φιλίους,31 αὐτὸς ἕκαστος δοκῶν ὕστερος32 παραγίγνεσθαι. 4 οὕτως
οὖν καθ’ ἕνα καὶ δύο οἱ πλεῖστοι ἀπώλλυντο,33 μέχρι χρόνῳ ὕστερον ἔγνωσαν τὸν συμβαῖνον, τῆς
πόλεως ἤδη κατεχομένης. 5 πολεμοῦντα οὖν χρὴ p40 καὶ
ἐγγὺς ὄντων τῶν πολεμίων, πρῶτον μὲν τὰ ἀποστελλόμενα ἐκ τῆς πόλεως κατὰ γῆν
ἢ κατὰ θάλατταν ἐπί τινα πρᾶξιν πρὸς τοὺς ὑπομένοντας μετὰ συσσήμων
ἀποστέλλεσθαι καὶ ἡμερινῶν καὶ νυκτερινῶν, ἵνα μὴ ἀγνοῶσι πολεμίων αὐτοῖς
ἐπιφαινομένων, εἰ34 φίλιοι ἢ πολέμιοί εἰσιν· 6 ἐπὶ
δὲ πρᾶξιν πορευθέντων καὶ πέμπειν τινὰς γνωσομένους, ἵνα καὶ τὰ τοιαῦτα ὡς ἐκ
πλείστου τῶν ἀπόντων οἱ ὑπομένοντες εἰδῶσιν·35 μέγα γὰρ ἂν φέροι πρὸς τὸ μέλλον ἐκ πλείονος
παρασκευάζεσθαι. 7 τοῖς δὲ μὴ οὕτω πράττουσιν
ἃ συμβέβηκεν ἐμφανισθήσεται τινῶν36 ἥδε γενομένων, ἃ37 ἐπὶ παραδείγματος καὶ μαρτυρίου καθαροῦ
παραλέγηται. 8 Πεισιστράτῳ γὰρ Ἀθηναίων στρατηγοῦντι
ἐξηγγέλθη ὅτι οἱ ἐκ Μεγάρων οἱ ἐπιχειροῖεν ἀφικόμενοι πλοίοις ἐπιθέσθαι νυκτὸς
ταῖς τῶν Ἀθηναίων γυναιξὶν θεσμοφόρια ἀγούσαις ἐν Ἐλευσῖνι· ὁ δὲ
Πεισίστρατος ἀκούσας προενήδρευσεν.38 9 ἐπεὶ δὲ οἱ ἐκ τῶν
Μεγάρων ὡς λεληθότες ἀπέβησαν καὶ ἀπὸ τῆς θαλάττης ἐγένοντο, ἐξαναστὰς
ὁ Πεισίστρατος τῶν ἐνεδρευθέντων39 τε ἀνδρῶν ἐκράτησεν καὶ διέφθειρεν τοὺς
πλείστους, καὶ τῶν πλοίων οἷς ἀφίκοντο ἐγκρατὴς ἐγένετο. 10 ἔπειτα
παραχρῆμα τοῖς ἑαυτοῦ στρατιώταις πληρώσας τὰ πλοῖα ἔλαβε τῶν γυναικῶν τὰς
ἐπιτηδειοτάτας p42 συμπλεῦσαι, καὶ κατήγετο εἰς τὰ Μέγαρα ὀψὲ
ἀπωτέρω τῆς πόλεως. 11 κατιδόντες οὖν τὰ πλοῖα
προσπλέοντα ἀπήντων πολλοὶ τῶν Μεγαρέων, αἵ τε συναρχίαι καὶ οἱ ἄλλοι, θεώμενοι
ὡς εἰκὸς αἰχμαλώτους ἀγομένας ὡς πλείστας. . . .40 καὶ μετ’ ἐγχειριδίων ἀποβάντες τοὺς μὲν
καταβαλεῖν, ὅσους δὲ ἂν δύναιντο τῶν ἐπιφανεστάτων συναρπάζειν εἰς τὰ πλοῖα.
καὶ οὕτως ἐπράχθη. 12 δῆλον οὖν ὅτι μετὰ συσσήμων καὶ μὴ
ἀγνοουμένων πρὸς ἀλλήλους, τὰς ἀθροίσεις καὶ τὰ πέμψεις δεῖ ποιεῖσθαι.
1 Ἔπειτα πυλωροὺς καθεστάναι μὴ τοὺς τυχόντας ἀλλὰ φρονίμους
καὶ ἀγχίνους, καὶ δὴ ὑπονοεῖν δυναμένους41 ἀεί τι τῶν εἰσκομιζομένων, ἔτι δὲ καὶ εὐπόρους
καὶ οἷς ἐνέχυρα ἐν τῇ πόλει ὑπάρχει, τέκνα καὶ γυναῖκα λέγω, ἀλλὰ μὴ οἵτινες
δι’ ἔνδειαν ἢ συναλλαγμάτων ἀνάγκην ἢ δι’ ἄλλην τινα
ἀπορίαν πεισθεῖεν ὑπό τινων ἢ αὐτοὶ παρακελεύσαιεν ἄν τινας ἐπὶ νεωτερισμῷ.
2 Λευκῶν δὲ ὁ Βοσπόρου τύραννος καὶ τῶν φρουρῶν τοὺς
χρεωφειλέτας διὰ κυβείαν ἢ δι’ ἄλλας42 ἀκολασίας ἀπομίσθους ἐποίει.
1 Χρὴ δὲ καὶ ἡμεροσκόπους πρὸ τῆς πόλεως καθιστάναι ἐπὶ τόπῳ
ὑψηλῷ καὶ ὡς ἐκ πλείστου φαινομένῳ· ἡμεροσκοπεῖν δὲ ἐφ’ ἑκάστῳ χωρίῳ τρεῖς
τοὐλάχιστον, μὴ τοὺς τυχόντας, ἀλλ’ ἐμπείρους πολέμου, ὅπως μὴ
δι’ ἄγνοιαν δοξάζων43 τι ὁ σκοπὸς σημάνῃ ἢ διαγγείλῃ εἰς
τὴν πόλιν καὶ ματαίως ὀχλῇ τοῖς ἀνθρώποις. 2 πάσχουσι δὲ
ταῦτα οἱ ἄπειροι τάξεων καὶ πολέμου, ἀγνοοῦντες τὰς τῶν πολεμίων ἐργασίας καὶ
πράξεις, εἴτε ἐκ παρασκευῆς πράσσεται, εἴτε καὶ παρὰ ταὐτομάτου. 3 ὁ δὲ
ἔμπειρος, γνοὺς τὴν τῶν πολεμίων παρασκευὴν καὶ πλῆθος καὶ πορείας καὶ τὴν
ἄλλην κίνησιν τοῦ στρατεύματος, οὕτω τὴν ἀλήθειαν ἐμφανιεῖ.
4 Ἐὰν δὲ μὴ ὑπάρχωσιν τοιοίδε τόποι, ὥστε καὶ εἰς τὴν πόλιν
ἀπ’ αὐτῶν44 φαίνεσθαι τὰ σημεῖα, ἄλλους ἐπ’ ἄλλοις
τόποις διαδεκτῆρας εἶναι τῶν ἀειρομένων σημείων, οἳ σημανοῦσιν45 εἰς τὴν πόλιν. 5 εἶναι δὲ
τοὺς ἡμεροσκόπους καὶ ποδώκεις, οἳ ὅσα μὴ οἷά τε διὰ46 τῶν σημείων δηλοῦν, ἀλλ’ αὐτῶν τινα δέῃ
ἐξ ἀνάγκης ἀγγέλλειν, δύνωνται47 ταχὺ ἀφικνεῖσθαι, καὶ48 ὡς ἐκ πλείστου ἀγγέλλωσιν.
6 Ἄριστον δὲ ἱππασίμων ὄντων τόπων καὶ ὑπαρχόντων ἵππων49 ἱππέας συνείρειν,50 ἵνα διὰ τῶνδε θᾶσσον ἀγγέλληται. πέμπειν δὲ ἐκ
τῆς πόλεως τοὺς ἡμεροσκόπους ὄρθρου ἢ ἔτι νυκτός, ἵνα τοῖς τῶν πολεμίων
σκοποῖς μὴ κατάδηλοι ὦσιν ἡμέρας πορευόμενοι ἐπὶ τὰ51 ἡμεροσκοπεῖα.52 7 σύνθημα p46 δὲ
μὴ53 ἔχειν αὐτοὺς ἓν καὶ τὸ
αὐτὸ . . .,54 ὅπως μήτε ἑκόντες μήτε ἄκοντες, ἐὰν
συλληφθῶσιν ὑπὸ τῶν πολεμίων, εἰπεῖν ἔχωσι τὸ τῶν ἐν τῇ πόλει σύνθημα.
παραγγέλλεσθαι δὲ τοῖς ἡμεροσκόποις αἴρειν τὰ σύσσημα55 ἐνίοτε, καθάπερ οἱ πυρσευταὶ τοὺς πυρσούς.
1 Ὅταν δὲ ἡ χώρα ἐγκάρπως56 διακέηται57 μὴ πόρρω ὄντων πολεμίων, εἰκὸς πολλοὺς τῶν ἐν
τῇ πόλει περὶ τοὺς ἐγγὺς χώρους διατελεῖν, γλιχομένους τοῦ καρποῦ. 2 τούτους
δ’ οὖν εἰς τὴν πόλιν ἀθροίζειν ὧδε χρή. πρῶτον μὲν τοῖς ἔξω ἅμα ἡλίῳ
δύνοντι σημαίνειν ἀπιέναι εἰς τὴν πόλιν· ἐὰν δὲ καὶ ἐπὶ πλέον τῆς χώρας
ἐσκεδασμένοι ὦσιν, ὑπὸ διαδεκτήρων σημαίνεσθαι, ὅπως πάντες ἢ οἱ πλεῖστοι
παραγίγνωνται εἰς πόλιν. 3 ἐπειδὰν δὲ τούτοις σημανθῇ
ἀπιέναι, οὕτως τοῖς ἐν τῇ πόλει δειπνοποιεῖσθαι· τὸ δὲ τρίτον σημαίνειν εἰς
φυλακὴν ἰέναι καὶ καθιστάναι. 4 ὡς δὲ δεῖ τοῦτο58 γίγνεσθαι καὶ ὡς αἴρειν τοὺς φρυκτούς, ἐν τῇ
Παρασκευαστικῇ βίβλῳ πλειόνως εἴρηται. ὅθεν δεῖ τὴν μάθησιν λαμβάνειν, ἵνα μὴ
δὶς59 περὶ τῶν αὐτῶν γράφειν συμβῇ.
1 Μετὰ δὲ ταῦτα εἰς τὴν χώραν προσδεχόμενον πλείω καὶ μείζω
δύναμιν πολεμίων πρῶτον μὲν τὴν χώραν δυσεπίβολον εἶναι τοῖς πολεμίοις καὶ
δυσστρατοπέδευτον καὶ δυσπροσπόριστον κατασκευάζειν καὶ τοὺς ποταμοὺς
δυσδιαβάτους καὶ πλείους.60
2 Πρός τε τὰς ἀποβάσεις τῶν πολεμίων εἰς τὰ ψαμμώδη καὶ
στερεὰ ὅσα καὶ οἷα χρὴ κατασκευάζεσθαι δολώματα τοῖς ἀποβαίνουσι, τοῖς τε ἐν τῇ
χώρᾳ καὶ τῇ πόλει λιμέσιν οἷα εἰς τούτους δεῖ φράγματα παρασκευάζεσθαι πρὸς τὸ
μὴ εἰσπλεῖν ἢ τὰ εἰσπλεύσαντα μὴ δύνασθαι ἐκπλεῦσαι, 3 τά
τε καταλιμπανόμενα ἐν τῇ χώρᾳ ἑκουσίως, εἰς χρείαν δὲ φέροντα τοῖς ἐναντίοις,
οἷον πρὸς61 τειχοποιίαν ἢ σκηνοποιίαν ἢ ἄλλην
τινὰ πρᾶξιν ὡς δεῖ62 ἀχρεῖα ποιεῖν 4 ἢ μὴ63 φθείροντα ἀφανίζειν τά τε βρωτὰ καὶ ποτὰ καὶ
τὰ κατ’ ἀγροὺς ἔγκαρπα64 καὶ τὰ ἄλλα65 κατὰ τὴν χώραν, καὶ τὰ66 στάσιμα ὕδατα ὡς ἄποτα δεῖ ποιεῖν, τά τε
ἱππάσιμα τῆς χώρας ὡς δεῖ ἄνιππα ποιεῖν, 5 περὶ μὲν οὖν
τούτων πάντων ὧδε μὲν νῦν παραλείπεται, ὡς δεῖ ἕκαστον τοῦτον γίγνεσθαι, ἵνα μὴ
καὶ ταύτῃ, λίαν πολλά, δηλῶται·67 γέγραπται δὲ τελέως περὶ αὐτῶν ἐν τῇ
Παρασκευαστικῇ βίβλῳ.
1 Ἂν δὲ θρασύνεσθαί τι ἐπιχειρῶσιν οἱ ἐπιόντες πρός σε, τάδε
ποιητέον. πρῶτον μὲν χρὴ σώμασι τόπους τινὰς τῆς οἰκείας χώρας καταλαβεῖν,
ἔπειτα ἐκκλησιάσαντα τοὺς αὑτοῦ68 στρατιώτας ἢ πολίτας ἄλλα τε προειπεῖν
αὐτοῖς, ὡς ὑπαρχούσης τινὸς αὐτοῖς πράξεως εἰς τοὺς πολεμίους, καὶ ὅταν νυκτὸς
σημάνῃ τῇ σάλπιγγι, ἑτοίμους εἶναι τοὺς ἐν τῇ ἡλικίᾳ, ἀναλαβόντας τὰ ὅπλα καὶ
ἀθροισθέντας εἰς χωρίον ῥητὸν ἕπεσθαι τῷ ἡγουμένῳ. 2 διαγγελθέντων
οὖν τούτων εἰς τὸ στρατόπεδον τῶν πολεμίων ἢ τὴν πόλιν, δύνασαι69 ἀποτρέψαι ὧν ἐπιχειρῶσι πράσσειν. 3 τούτων
δὲ οὕτω πραχθέντων τοῖς μὲν φιλίοις θάρσος ἐμποιήσεις70 ἐπιχειρῶν τι ἀλλ’ οὐ71 δεδιώς, τοῖς δὲ πολεμίοις φόβον
ἐμπαρασκευάσεις, ὥστε72 ἐπὶ τὴν αὑτῶν73 ἠρεμεῖν.
1 Δεῖ δὲ καὶ τάδε παρηγγέλθαι τῶν πολιτῶν τοῖς κεκτημένοις
ζεύγη ἢ ἀνδράποδα ὑπεκτίθεσθαι εἰς τοὺς προσοίκους, ὡς οὐκ εἰσαξόντων74 εἰς τὴν πόλιν. 2 οἷς
δ’ ἂν μὴ ὑπάρξῃ ξένια παρ’ οὓς θήσονται, τοὺς75 ἄρχοντας δημοσίᾳ παρατίθεσθαι τοῖς προσοίκοις,
παρασκευάζοντας δι’ ὧν σωθήσεται τὰ ὑπεκτιθέμενα.
3 Ἔπειτα κηρύγματα ποιεῖσθαι τοιάδε διά τινος χρόνου, φόβου
καὶ ἀποτροπῆς τῶν ἐπιβουλευόντων ἕνεκεν. κατακομίζειν τὰ ἐλεύθερα σώματα καὶ
τοὺς καρποὺς ἐν τῇ πόλει, τοῦ δὲ ἀνηκουστοῦντος ἐξουσίαν εἶναι τῷ βουλομένῳ
ἀζήμια ἄγειν καὶ φέρειν τὰ ἐκ τῆς χώρας. 4 τάς τε ἑορτὰς
κατὰ πόλιν ἄγειν, συλλόγους τε ἰδίους μηδαμοῦ μήτε ἡμέρας μήτε νυκτὸς
γίγνεσθαι, τοὺς δὲ ἀναγκαίους ἢ ἐν πρυτανείῳ76 ἢ ἐν βουλῇ ἢ ἐν ἄλλῳ φανερῷ τόπῳ.
μηδὲ θύεσθαι μάντιν ἰδίᾳ ἄνευ τοῦ ἄρχοντος. 5 μηδὲ
δειπνεῖν κατὰ συσσιτίαν ἀλλ’ ἐν ταῖς αὑτῶν77 οἰκίαις ἑκάστους, ἔξω γάμου καὶ περιδείπνου,
καὶ ταῦτα προαπαγγείλαντας τοῖς ἄρχουσιν.
Ἐὰν
δὲ ὦσιν φυγάδες, ἐπικηρύσσειν, ὃς ἂν ἀστῶν ἢ ξένων ἢ δούλων ἀποκινῇ,
ἃ ἑκάστῳ τούτων ἔσται. 6 καὶ ἐάν τίς τινι τῶν
φυγάδων συγγένηται ἢ παρ’ ἐκείνων τισὶν ἢ ἐπιστολὰς πέμψῃ
ἢ δέξηται, εἶναί τινα κίνδυνον ἢ ἐπιτίμιον p54 αὐτῷ. τῶν
δὲ ἐκπεμπομένων καὶ εἰσαγομένων ἐπιστολῶν εἶναι ἐπισκόπησιν, πρὸς78 οὓς οἰσθήσεται πρότερον. 7 ὅπλα
οἷς ἐστιν ἑνὸς πλείω ἀπογράφεσθαι, καὶ ἐξάγειν μηδένα μηδὲν ὅπλον, μηδὲ
ἐνέχυρον δέχεσθαι. στρατιώτας μὴ μισθοῦσθαι μηδὲ ἑαυτὸν μισθοῦν ἄνευ τῶν
ἀρχόντων. 8 ἐκπλεῖν μηδένα ἀστῶν μηδὲ μέτοικον ἄνευ
συμβόλου, τά τε πλοῖα προπαρηγγέλθαι79 ὁρμίζεσθαι καθ’ ἃς πύλας ἐν τοῖς
ἐχομένοις ῥηθήσεται. 9 ξένους τοὺς ἀφικνουμένους τὰ ὅπλα
ἐμφανῆ καὶ πρόχειρα φέρειν, καὶ εὐθὺς80 αὐτῶν παραιρεῖσθαι,81 καὶ αὐτοὺς μηδένα ὑποδέχεσθαι, μηδὲ τοὺς
πανδοκέας,82 ἄνευ τῶν ἀρχόντων, τοὺς δὲ ἄρχοντας
ἀπογράφεσθαι καὶ παρ’ ᾧ τίνες,83 ὅταν84 κατάγωνται. 10 τὰς δὲ
νύκτας ὑπὸ τῶν ἀρχόντων τὰ πανδοκεῖα85 ἔξωθεν κλείεσθαι. διὰ χρόνου δέ τινος, ὅσοι ἂν
ταλαπείριοι αὐτῶν ὦσιν,86 ἐκκηρύττεσθαι. ὁμόρους δὲ ἢ κατὰ
παίδευσιν ἢ κατ’ ἄλλην τινὰ χρείαν ἐπιδημοῦντας ἀπογράφεσθαι. 11 ταῖς δὲ δημοσίαις ἀφικνουμέναις πρεσβείαις ἀπὸ πόλεων
ἢ τυράννων ἢ στρατοπέδων οὐ χρὴ ἐν αὑτοῖς87 τὸν ἐθέλοντα διαλέγεσθαι, ἀλλ’ ἀεὶ
παρεῖναί88 τινας τῶν πολιτῶν τοὺς πιστοτάτους, οἳ
μετ’ αὐτῶν συνδιατελοῦσιν89 p56 μέχρις ἂν ἐνδημῶσιν οἱ
πρέσβεις. 12 καὶ ὧν ἂν σπανίζῃ ἡ πόλις, σίτου
ἢ ἐλαίου ἡ ἄλλου τινός, τῷ εἰσάγοντι κατὰ πλῆθος τῶν εἰσαγομένων
τόκους προκεῖσθαι καὶ στέφανον δίδοσθαι εἰς τιμήν, τῷ δὲ ναυκλήρῳ ἀνολκὴν καὶ
καθολκήν.90 13 ἐξοπλισίας τε πυκνὰς
ποιεῖσθαι, καὶ ξένους τοὺς ἐνδήμους τὸν καιρὸν τοῦτον μεθίστασθαι εἰς χωρίον
ῥητὸν ἢ κατ’ οἶκον διατελεῖν· ᾗ δὲ ἂν ἄλλῃ91 φαίνηται, ζημίαν προκεῖσθαι ὡς ἀδικοῦντι. 14 ὅταν τε σημήνῃ, τούτοις τὰ92 ἐμπορία καὶ πρατήρια κλείεσθαι, καὶ τὰ λύχνα
κατασβέννυσθαι, καὶ τῶν ἄλλων μηδένα ἔτι παρεῖναι·93 15 ὅταν δέ τινι
ἀναγκαῖόν τι συμβῇ, μετὰ λαμπτῆρος βαδίζειν, ἕως ἂν ἀντιπαραγγελθῇ.94 καὶ ὃς ἂν καταμηνύσῃ τινὰ ἐπιβουλεύοντα τῇ
πόλει, ἢ ὅ τι ἂν τῶν προγεγραμμένων τις πραττόμενον ἐξαγγείλῃ,
ἀνηγγέλθαι τε αὐτῷ ἀργύριον καὶ τὸ ἀγγελθὲν ἐμφανῶς προκεῖσθαι ἐν ἀγορᾷ
ἢ ἐπὶ βωμοῦ ἢ ἐν ἱερῷ, ἵνα προχειρότερόν τις τολμήσῃ μηνύειν τι τῶν
προγεγραμμένων.
16 Ἐπὶ δὲ μονάρχῳ ἢ στρατηγῷ ἢ φυγάδι
δυναστεύοντι χρὴ καὶ τάδε προκηρύττεσθαι . . . . .95 p58 ἐὰν δέ τι καὶ αὐτὸς πάθῃ
ὁ ἀποκτείνας, τοῖς τέκνοις αὐτοῦ ἀποδίδοσθαι τὸ ἀγγελθὲν ἀργύριον· ἐὰν δὲ
μὴ ᾖ τέκνα, τῷ ἐγγυτάτω γενομένῳ.96 17 καὶ ἐάν τις τῶν
συνόντων τῷ φυγάδι ἢ μονάρχῳ ἢ στρατηγῷ πράξῃ τι . . .97 τῶν προκειμένων ἀποδίδοσθαι καὶ κάθοδον αὐτῷ
εἶναι· διὰ γὰρ ταῦτα προχειροτέρως ἂν ἐγχειροῖεν. 18 ἐν98 δὲ ξενικῷ στρατοπέδῳ τοιάδ’, ἀναγγείλαντα99 σιγήν, πάντων ἀκουόντων κηρῦξαι. 19 εἴ τις βούλεται ἀπιέναι, μὴ ἀρεσκόμενοι100 τοῖς παροῦσιν, ἐξεῖναι ἀπαλλάττεσθαι·
ἀλλ’ ὕστερον101 . . .102 πεπωλήσεται· τὰ δ’ ἐλάσσω τοῦτον
ἀδικήματα, κατὰ τὸν νόμον τὸν προκείμενον δεσμὸς ἡ103 ζημία. ἐὰν δέ τις φαίνηται βλάπτων τι τὸ
στράτευμα, διαλύων τὸ στρατόπεδον, θάνατος ἔστω ἡ104 ζημία. 20 μετὰ δὲ
ταῦτα τῶν ἄλλων τάξεων ἐπιμέλειαν ποιητέον. καὶ πρῶτον ἐπισκεπτέον εἰ
ὁμονοοῦσιν οἱ πολῖται, ὡς ἂν ὄντος μεγίστου τούτου ἀγαθοῦ ἐν πολιορκίᾳ· εἰ δὲ
μή, τῶν τὰ ἐναντία φρονούντων τοῖς παροῦσι p60 πράγμασι
. . .105 καὶ μάλιστ’ ἂν106 ἡγεμόνας τε καὶ αἰτίους γενομένους ἐν τῇ
πόλει πράξεώς τινος μεθιστάναι αὐτοὺς ἀνυπόπτως μετὰ προφάσεως εὐλόγου
ἐκπέμποντα ἄλλῃ ὡς πρέσβεις τε καὶ ἐπ’ ἄλλας δημοσίας ἐργασίας. 21 οἷον καὶ Διονύσιος ἔπραξεν Λεπτίνην τὸν ἀδελφὸν αὐτοῦ,
ἔχοντα Συρακοσίων107 τῷ πλήθει οἰκείως καὶ ὁρῶν κατὰ πολλὰ ἰσχυρὸν
αὐτὸν ὄντα· γενόμενος αὐτῷ ἐν108 ὑποψίᾳ τινί, καὶ θέλων αὐτὸν μεταστήσασθαι,
φανερῶς μὲν οὐκ ἐπεχείρει ἐκβάλλειν αὐτόν, γνοὺς ὅτι περὶ αὐτὸν πολλὴ
μετ’ εὐνοίας ἰσχὺς ἔσοιτο καὶ νεώτερον ἄν τι γένοιτο· τεχνάζει δὲ τοιόνδε.
22 πέμπει αὐτὸν μετὰ ξένων ὀλίγων εἰς πόλιν ὄνομα
Ἱμέραν, κελεύων φρουρὰν τὴν μὲν ἐξαγαγεῖν τὴν δὲ καταστῆσαι. γενομένου δὲ αὐτοῦ
ἐν τῇ Ἱμέρᾳ, πέμψας ἐκέλευσεν αὐτὸν περιμένειν, μέχρις ἂν αὐτὸς μεταπέμψηται.
23 Πόλεως δ’ ὁμηρευομένης, ὅταν ἐπ’ αὐτὴν
στρατεία109 γίγνηται, τοὺς γονεῖς τῶν ὁμηρευόντων καὶ
τοὺς ἐγγὺς τὰ γένη110 μεθίστασθαι ἐκ τῆς πόλεως, ἄχρις ἂν
ἡ πολιορκία παρέλθῃ, ἵνα μὴ ἐφορῶσιν ἐν ταῖς προσαγωγαῖς τῶν πολεμίων τοὺς
αὑτῶν111 παῖδας συμπροσαγομένους καὶ τὰ ἔσχατα
πάσχοντας· ἐγχωρεῖ γὰρ αὐτοὺς ἔνδον ὄντας καὶ p62 ὑπεναντίον τι
πρᾶξαι. 24 ἐὰν δὲ ἄρα δυσχερὲς112 ᾖ113 μετὰ τῶνδε τῶν προφάσεων ἐκπέμπειν,
συνδιάγειν αὐτοὺς ὡς ἐλαχίστων μετέχοντας ἔργων καὶ πράξεων καὶ μήτε ὅπου
ἔσονται μήτε ὅ τι πράξουσιν προειδέναι, καὶ ὡς ἥκιστα ἐπὶ σφῶν αὐτῶν
διατηροῦντας καὶ νύκτα καὶ ἡμέραν· καὶ ἄλλας ἐπ’ ἄλλαις114 πράξεις καὶ λειτουργίας αὐτοῖς τὸ πλῆθος
ἐπιρρεῖν ἀνυπόπτως, μέθ’ ὧν ὄντες ἐν φυλακῇ μᾶλλον ἔσονται
ἢ φυλάξουσί τι.
ΠΗΓΗ: http://penelope.uchicago.edu/Thayer/H/Roman/Texts/Aeneas_Tacticus/A*.html#1.1